Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 1.15 | Dem. 1.18 (English) | >>Dem. 1.21 |
1.16τὸ μὲν οὖν ἐπιτιμᾶν ἴσως φήσαι τις ἂν ῥᾴδιον καὶ παντὸς εἶναι , τὸ δʼ ὑπὲρ τῶν παρόντων ὅ τι δεῖ πράττειν ἀποφαίνεσθαι , τοῦτʼ εἶναι συμβούλου . ἐγὼ δʼ οὐκ ἀγνοῶ μέν , ὦ ἄνδρες Ἀθηναῖοι , τοῦθʼ ὅτι πολλάκις ὑμεῖς οὐ τοὺς αἰτίους , ἀλλὰ τοὺς ὑστάτους περὶ τῶν πραγμάτων εἰπόντας ἐν ὀργῇ ποιεῖσθε , ἄν τι μὴ κατὰ γνώμην ἐκβῇ · οὐ μὴν οἶμαι δεῖν τὴν ἰδίαν ἀσφάλειαν σκοποῦνθʼ ὑποστείλασθαι περὶ ὧν ὑμῖν συμφέρειν ἡγοῦμαι .
1.17φημὶ δὴ διχῇ βοηθητέον εἶναι τοῖς πράγμασιν ὑμῖν , τῷ τε τὰς πόλεις τοῖς Ὀλυνθίοις σῴζειν καὶ τοὺς τοῦτο ποιήσοντας στρατιώτας ἐκπέμπειν , καὶ τῷ τὴν ἐκείνου χώραν κακῶς ποιεῖν καὶ τριήρεσι καὶ στρατιώταις ἑτέροις ·
1.18εἰ δὲ θατέρου τούτων ὀλιγωρήσετε , ὀκνῶ μὴ μάταιος ἡμῖν ἡ στρατεία γένηται . εἴτε γὰρ ὑμῶν τὴν ἐκείνου κακῶς ποιούντων , ὑπομείνας τοῦτʼ Ὄλυνθον παραστήσεται , ῥᾳδίως ἐπὶ τὴν οἰκείαν ἐλθὼν ἀμυνεῖται · εἴτε βοηθησάντων μόνον ὑμῶν εἰς Ὄλυνθον , ἀκινδύνως ὁρῶν ἔχοντα τὰ οἴκοι , προσκαθεδεῖται καὶ προσεδρεύσει τοῖς πράγμασι , περιέσται τῷ χρόνῳ τῶν πολιορκουμένων . δεῖ δὴ πολλὴν καὶ διχῇ τὴν βοήθειαν εἶναι .
καὶ περὶ μὲν τῆς βοηθείας ταῦτα γιγνώσκω · περὶ δὲ χρημάτων πόρου , ἔστιν , ὦ ἄνδρες Ἀθηναῖοι , χρήμαθʼ ὑμῖν , ἔστιν ὅσʼ οὐδενὶ τῶν ἄλλων ἀνθρώπων στρατιωτικά · ταῦτα δʼ ὑμεῖς οὕτως ὡς βούλεσθε λαμβάνετε . εἰ μὲν οὖν ταῦτα τοῖς στρατευομένοις ἀποδώσετε , οὐδενὸς ὑμῖν προσδεῖ πόρου , εἰ δὲ μή , προσδεῖ , μᾶλλον δʼ ἅπαντος ἐνδεῖ τοῦ πόρου . “τί οὖν ;” ἄν τις εἴποι , “σὺ γράφεις ταῦτʼ εἶναι στρατιωτικά ;” μὰ Δίʼ οὐκ ἔγωγε .
1.19
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 1.15 | Dem. 1.18 (English) | >>Dem. 1.21 |